Ancient Greek
Section 60
Philo Judaeus, De opificio mundi 60
Not analysed yet
γεγόνασι δὲ καὶ πρὸς μέτρα χρόνων· ἡλίου γὰρ καὶ σελήνης καὶ τῶν ἄλλων τεταγμέναις περιόδοις ἡμέραι καὶ μῆνες καὶ ἐνιαυτοὶ συνέστησαν. εὐθύς τε τὸ χρησιμώτατον, ἡ ἀριθμοῦ φύσις, ἐδείχθη, χρόνου παραφήναντος αὐτήν· ἐκ γὰρ μιᾶς ἡμέρας τὸ ἓν καὶ ἐκ δυοῖν τὰ δύο καὶ ἐκ τριῶν τὰ τρία καὶ ἐκ μηνὸς τὰ τριάκοντα καὶ ἐξ ἐνιαυτοῦ τὸ ἰσάριθμον ταῖς ἐκ δώδεκα μηνῶν ἡμέραις πλῆθος καὶ ἐξ ἀπείρου χρόνου ὁ ἄπειρος ἀριθμός.