Ancient Greek · ~2 min
Section 61
Philo Judaeus, De opificio mundi 61
Not analysed yet
εἰς τοσαύτας καὶ οὕτως ἀναγκαίας διατείνουσιν ὠφελείας αἱ τῶν κατ’ οὐρανὸν φύσεις τε καὶ κινήσεις ἀστέρων· εἰς πόσα δ’ ἄλλα φαίην ἂν ἔγωγε τῶν ἡμῖν μὲν ἀδηλουμένων —οὐ γὰρ πάντα τῷ θνητῷ γένει γνώριμα —,πρὸς δὲ τὴν τοῦ ὅλου συνεργούντων διαμονήν, ἃ θεσμοῖς καὶ νόμοις, οὓς ὥρισεν ὁ θεὸς ἀκινήτους ἐν τῷ παντί, συμβαίνει πάντῃ τε καὶ πάντως ἐπιτελεῖσθαι.