Ancient Greek · ~3 min
Section 63
Philo Judaeus, De opificio mundi 63
Not analysed yet
παντοῖα οὖν ἰχθύων γένη καὶ κητῶν κελεύει συνίστασθαι κατὰ τόπους διαφέροντα καὶ τοῖς μεγέθεσι καὶ ταῖς ποιότησιν· ἄλλα γὰρ ἐν ἄλλοις πελάγεσιν, ἔστι δ’ ὅτε καὶ ταὐτά· πλὴν οὐ πανταχοῦ πάντα διεπλάττετο, καὶ μήποτ’ εἰκότως· χαίρει γὰρ τὰ μέν τινα τεναγώδει καὶ οὐ πάνυ βαθείᾳ θαλάττῃ, τὰ δ’ ὑποδρόμοις καὶ λιμέσι μήτ’ ἐπὶ γῆν ἀνέρπειν μήτε πόρρω γῆς ἐπινήχεσθαι δυνάμενα, τὰ δὲ κατὰ μέσον καὶ βαθὺ πέλαγος διαιτώμενα τὰς προκεχυμένας ἄκρας ἢ νήσους ἢ πέτρας ἐκτρέπεται· καὶ τὰ μὲν εὐδίᾳ καὶ γαλήνῃ σφριγᾷ, τὰ δὲ κλύδωνι καὶ κυματώσει· ταῖς γὰρ συνεχέσι πληγαῖς γυμναζόμενα καὶ βίᾳ τὴν φορὰν ἀνωθοῦντα κραταιότερά τέ ἐστι καὶ πιαίνεται μᾶλλον. εὐθὺς δὲ καὶ τὰ γένη τῶν πτηνῶν ἐδημιούργει ὡς ἀδελφὰ τῶν καθ’ ὕδατος —ἑκάτερα γὰρ νηκτά —μηδεμίαν ἰδέαν τῶν ἀεροπόρων ἀτελῆ καταλιπών.