Ancient Greek · ~2 min
Section 64
Philo Judaeus, De opificio mundi 64
Not analysed yet
Ἤδη δ’ ὕδατος καὶ ἀέρος τὰ προσήκοντα τῶν ζῴων γένη καθάπερ τινὰ κλῆρον οἰκεῖον ἀπειληφότων, πάλιν ἐκάλει τὴν γῆν εἰς τὴν τοῦ ὑπολειφθέντος μέρους γένεσιν —ὑπολέλειπτο δὲ μετὰ τὰ φυτὰ ζῴων τὰ χερσαῖα —καί φησιν· ἐξαγαγέτω ἡ γῆ κτήνη καὶ θηρία καὶ ἑρπετὰ καθ’ ἕκαστον γένος (Gen. 1,24). ἡ δὲ τὰ προσταχθέντα αὐτίκα ἀνίησι τῇ τε κατασκευῇ διαφέροντα καὶ ταῖς ῥώμαις καὶ ταῖς ἐνυπαρχούσαις βλαπτικαῖς ἢ ὠφελητικαῖς δυνάμεσιν.