Ancient Greek · ~2 min
Section 65
Philo Judaeus, De opificio mundi 65
Not analysed yet
ἐπὶ δὲ πᾶσιν ἐποίει τὸν ἄνθρωπον· ὃν δὲ τρόπον, μικρὸν ὕστερον ἐρῶ πρότερον ἐκεῖνο δηλώσας, ὅτι παγκάλῳ τῷ τῆς ἀκολουθίας εἱρμῷ κέχρηται, καθ’ ἣν ὑφηγήσατο ζῳογονίαν. ψυχῆς γὰρ ἡ μὲν ἀργοτάτη καὶ ἥκιστα τετυπωμένη τῷ γένει τῶν ἰχθύων προσκεκλήρωται, ἡ δ’ ἀκριβεστάτη καὶ κατὰ πάντα ἀρίστη τῷ τῶν ἀνθρώπων, ἡ δ’ ἀμφοῖν μεθόριος τῷ τῶν χερσαίων καὶ ἀεροπόρων· αὕτη γὰρ αἰσθητικωτέρα μέν ἐστι τῆς ἐν ἰχθύσιν, ἀμυδροτέρα δὲ τῆς ἐν ἀνθρώποις.