Ancient Greek
Section 80
Philo Judaeus, De opificio mundi 80
Not analysed yet
νυνὶ μὲν γὰρ πάντων ὅσα λέλεκται παρευημερησάντων καὶ τῶν ἀνθρώπων ἀνέδην ἐκκεχυμένων εἴς τε τὰ πάθη καὶ τὰς ἀκράτορας καὶ ὑπαιτίους ἃς οὐδ’ εἰπεῖν θέμις ὀρέξεις, ἀπαντᾶται δίκη προσήκουσα τιμωρὸς ἀσεβῶν ἐπιτηδευμάτων· ἔστι δ’ ἡ δίκη τὸ τῶν ἀναγκαίων δυσπόριστον· μόλις γὰρ ἀνατέμνοντες τὴν πεδιάδα καὶ πηγῶν ῥεῖθρα καὶ ποταμῶν ἐποχετεύοντες σπείροντές τε καὶ φυτεύοντες καὶ τὸν γεωπόνων κάματον μεθ’ ἡμέραν καὶ νύκτωρ ἀτρύτως ἐκδεχόμενοι δι’ ἔτους συγκομίζουσι τὰ ἐπιτήδεια καὶ ταῦτ’ ἔστιν ὅτε λυπρὰ καὶ οὐ πάνυ διαρκῆ διὰ πολλὰς βλαβέντα αἰτίας· ἢ γὰρ ὄμβρων ἐπαλλήλων φοραὶ κατέσυραν ἢ χαλάζης βάρος ἐπενεχθείσης ἀθρόως κατέκλασεν ἢ χιὼν περιέψυξεν ἢ βία πνευμάτων ῥίζαις αὐταῖς ἀνέτρεψε·