Ancient Greek · ~3 min
Section 81
Philo Judaeus, De opificio mundi 81
Not analysed yet
πολλὰ γὰρ ὕδωρ καὶ ἀὴρ εἰς ἀγονίαν καρπῶν νεωτερίζουσιν. εἰ δὲ σωφροσύνῃ μὲν ἐξευμαρισθεῖεν αἱ ἄμετροι τῶν παθῶν ὁρμαί, δικαιοσύνῃ δὲ αἱ περὶ τἀδικεῖν σπουδαί τε καὶ φιλοτιμίαι καὶ συνελόντι φράσαι ταῖς ἀρεταῖς καὶ ταῖς κατ’ ἀρετὰς ἐνεργείαις αἱ κακίαι καὶ αἱ κατ’ αὐτὰς ἀνήνυτοι πράξεις, ἀνῃρημένου μὲν τοῦ πολέμου τοῦ κατὰ ψυχήν, ὃς ἀψευδῶς ἐστι πολέμων ἀργαλεώτατος καὶ βαρύτατος, εἰρήνης δ’ ἐπισχούσης καὶ ταῖς ἐν ἡμῖν δυνάμεσιν εὐνομίαν παρασκευαζούσης ἡσυχῇ τε καὶ πρᾴως, ἐλπὶς ἂν ἦν τὸν θεὸν ἅτε φιλάρετον καὶ φιλόκαλον καὶ προσέτι φιλάνθρωπον τἀγαθὰ αὐτόματα παρασχεῖν ἐξ ἑτοίμου τῷ γένει· δῆλον γὰρ ὡς εὐμαρέστερον τοῦ τὰ μὴ ὄντα εἰς τὸ εἶναι παραγαγεῖν τὸ τὴν ἐκ τῶν ὄντων φορὰν ἄνευ τέχνης γεωργικῆς ἐπιδαψιλεύσασθαι.