Ancient Greek · ~2 min
Section 83
Philo Judaeus, De opificio mundi 83
Not analysed yet
ἐπὶ πᾶσι μέντοι κἀκεῖνο λέγεται πρὸς ἀπόδοσιν αἰτίας ἀναγκαίας. ἔδει πάντων γεγονότων ὕστατον φῦναι τὸν ἄνθρωπον, ἵνα τελευταῖος ἐξαπιναίως τοῖς ἄλλοις ζῴοις ἐπιφανεὶς ἐμποιήσῃ κατάπληξιν· ἔμελλε γὰρ ἰδόντα πρῶτον τεθηπέναι καὶ προσκυνεῖν ὡς ἂν ἡγεμόνα φύσει καὶ δεσπότην· διὸ καὶ θεασάμενα πάντα διὰ πάντων ἡμερώθη καὶ ὅσα τὰς φύσεις ἀγριώτατα κατὰ τὴν πρώτην εὐθὺς πρόσοψιν ἐγίνετο χειροηθέστατα, τὰς μὲν ἀτιθάσους λύττας ἐπιδεικνύμενα κατ’ ἀλλήλων, εἰς δὲ μόνον τὸν ἄνθρωπον τιθασευόμενα.