Ancient Greek · ~2 min
Section 82
Philo Judaeus, De opificio mundi 82
Not analysed yet
δευτέρα μὲν αἰτία ἥδε λελέχθω, τρίτη δ’ ἐστὶ τοιάδε. ἀρχὴν καὶ τέλος τῶν γεγονότων ὁ θεὸς ἁρμόσασθαι διανοηθεὶς ὡς ἀναγκαῖα καὶ φίλτατα ἀρχὴν μὲν οὐρανὸν ἐποίει, τέλος δὲ ἄνθρωπον, τὸν μὲν τῶν ἐν αἰσθητοῖς ἀφθάρτων τελειότατον, τὸν δὲ τῶν γηγενῶν καὶ φθαρτῶν ἄριστον, βραχύν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, οὐρανὸν πολλὰς ἐν αὑτῷ φύσεις ἀστεροειδεῖς ἀγαλματοφοροῦντα τέχναις καὶ ἐπιστήμαις καὶ τοῖς καθ’ ἑκάστην ἀρετὴν ἀοιδίμοις θεωρήμασιν· ἐπειδὴ γὰρ ἐναντία φύσει τό τε φθαρτὸν καὶ τὸ ἄφθαρτον, εἴδους ἑκατέρου τὸ κάλλιστον ἀρχῇ καὶ τέλει προσένειμεν, ἀρχῇ μὲν οὐρανόν, ὡς ἐλέχθη, τέλει δὲ ἄνθρωπον.