Ancient Greek · ~1 min
Section 86
Philo Judaeus, De opificio mundi 86
Not analysed yet
καὶ μὴν τό γε θυμικώτατον ζῷον ἵππος ῥᾳδίως [ἄγεται] χαλιναγωγηθείς, ἵνα μὴ σκιρτῶν ἀφηνιάζῃ, καὶ τὰ νῶτα κοιλάνας εὖ μάλα πρὸς τὸ εὔεδρον δέχεται τὸν ἔποχον καὶ μετέωρον ἀναβαστάσας ὀξύτατα θεῖ σπουδάζων, εἰς οὓς ἂν ἐπείγηται γίνεσθαι τόπους ἐκεῖνος, ἀφικνεῖσθαι καὶ διακομίζειν· ὁ δ’ ἐφιδρυμένος ἄνευ καμάτων κατὰ πολλὴν ἡσυχίαν ἑτέρου σώματι καὶ