Ancient Greek · ~1 min
Section 87
Philo Judaeus, De opificio mundi 87
Not analysed yet
ποσὶν ἀνύτει τὸν δρόμον. πολλὰ δ’ ἂν ἔχοι τις λέγειν ἕτερα βουλόμενος ἀπομηκύνειν εἰς ἔνδειξιν τοῦ μηδὲν ἀπελευθεριάζειν ὑπεξῃρημένον τῆς ἀνθρώπου ἡγεμονίας· δείγματος δ’ ἕνεκα καὶ τὰ ῥηθέντα ἀρκεῖ. χρὴ μέντοι μηδ’ ἐκεῖνο ἀγνοεῖν ὅτι οὐ παρ’ ὅσον ὕστατον γέγονεν ἄνθρωπος διὰ τὴν τάξιν ἠλάττωται.