Ancient Greek
Section 88
Philo Judaeus, De opificio mundi 88
Not analysed yet
μάρτυρες δ’ ἡνίοχοι καὶ κυβερνῆται· οἱ μὲν γὰρ ὑστερίζοντες τῶν ὑποζυγίων καὶ κατόπιν αὐτῶν ἐξεταζόμενοι ᾗ ἂν ἐθέλωσιν αὐτὰ ἄγουσι τῶν ἡνιῶν ἐνειλημμένοι καὶ τοτὲ μὲν ἐφιέντες πρὸς ὀξὺν δρόμον τοτὲ δ’ ἀναχαιτίζοντες, εἰ φορᾷ τοῦ δέοντος πλείονι θέοι· οἱ δ’ αὖ κυβερνῆται πρὸς τὸ τῆς νεὼς ἔσχατον χωρίον πρύμναν παρελθόντες πάντων ὡς ἔπος εἰπεῖν εἰσιν ἄριστοι τῶν ἐμπλεόντων, ἅτε τῆς νεὼς καὶ τῶν ἐν αὐτῇ τὴν σωτηρίαν ἐν χερσὶ ταῖς αὑτῶν ἔχοντες. ἡνίοχον δή τινα καὶ κυβερνήτην ἐφ’ ἅπασιν ὁ ποιητὴς ἐδημιούργει τὸν ἄνθρωπον, ἵνα ἡνιοχῇ καὶ κυβερνᾷ τὰ περίγεια ζῴων καὶ φυτῶν λαβὼν τὴν ἐπιμέλειαν οἷά τις ὕπαρχος τοῦ πρώτου καὶ μεγάλου βασιλέως.