Ancient Greek
Section 108
Philo Judaeus, De Posteritate Caini 108
Not analysed yet
λύρα γε μὴν ἢ εἴ τι τῶν ὁμοίων, εἰ μὴ πληχθείη πρός τινος, ἠρεμεῖ· λόγος τε αὖ |μὴ πληχθεὶς ὑφ’ ἡγεμονικοῦ κατὰ τἀναγκαῖον ἡσυχίαν ἄγει. καὶ μὴν ὥσπερ ὄργανα κατὰ τὰς τοῦ μέλους ἀπείρους ὅσας κράσεις μεθαρμόττεται, οὕτως καὶ ὁ λόγος συνῳδός τις ἑρμηνεὺς πραγμάτων γινόμενος ἀμυθήτους λαμβάνει μεταβολάς.