Ancient Greek · ~2 min
Section 109
Philo Judaeus, De Posteritate Caini 109
Not analysed yet
τίς γὰρ ἂν ὁμοίως γονεῦσι καὶ τέκνοις διαλεχθείη, τῶν μὲν φύσει δοῦλος, τῶν δὲ γένει δεσπότης ὤν; τίς δ’ ἂν ἀδελφοῖς καὶ ἀνεψιοῖς ἢ συνόλως τοῖς ἐγγὺς γένους καὶ μακρὰν οὖσιν; τίς δ’ ἂν οἰκείοις καὶ ἀλλοτρίοις, ἢ πολίταις καὶ ξένοις, οὐ μικρὰς οὐδὲ ***τύχης ἢ φύσεως ἢ ἡλικίας ἔχουσι διαφοράς; πρεσβύτῃ γὰρ ἑτέρως ὁμιλητέον καὶ νέῳ, καὶ πάλιν ἐνδόξῳ καὶ ταπεινῷ, καὶ πλουσίῳ καὶ πένητι, καὶ ἄρχοντι καὶ ἰδιώτῃ, καὶ θεράποντι καὶ δεσπότῃ, γυναικί τε αὖ καὶ ἀνδρί, καὶ ἀτέχνῳ καὶ τεχνίτῃ.