Ancient Greek · ~2 min
Section 122
Philo Judaeus, De Posteritate Caini 122
Not analysed yet
διὸ καὶ Μωυσῆς μαρτυρεῖ προτρέπων πολεμεῖν ταῖς ἐναντίαις δόξαις· λέγει γάρ· „ἀφέστηκεν ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν“ (Num. 14,9)· ὥσθ’ |οἷς μὲν ὁ ψυχῆς βίος τετίμηται, λόγος θεῖος ἐνοικεῖ καὶ ἐμπεριπατεῖ, οἷς δ’ ὁ τῶν ἡδονῶν, ἐφήμερον καὶ κατεψευσμένην ἔχουσιν εὐκαιρίαν. οὗτοι μὲν οὖν ὑπὸ διαρρεούσης πιότητός τε καὶ τέρψεως ἐπὶ πλέον οἰδήσαντες καὶ περιταθέντες ἐξερράγησαν· οἱ δὲ τῇ τρεφούσῃ τὰς φιλαρέτους ψυχὰς σοφίᾳ πιαινόμενοι βέβαιον καὶ ἀκράδαντον ἴσχουσι δύναμιν, ἧς ὑπόδειγμα τὸ ὁλοκαυτούμενον ἀπὸ παντὸς ἱερείου στέαρ.