Ancient Greek
Section 123
Philo Judaeus, De Posteritate Caini 123
Not analysed yet
λέγει γὰρ Μωυσῆς· „πᾶν στέαρ τῷ κυρίῳ νόμιμον αἰώνιον“ (Lev. 3, 16. 17), ὡς τῆς κατὰ μὲν διάνοιαν πιότητος ἀναφερομένης ἐπὶ θεὸν καὶ οἰκειουμένης αὐτῷ, διόπερ ἀπαθανατίζεται, τῆς δὲ κατὰ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἀναφερομένης ἐπὶ τὸν ἀντίθεον καιρόν, διὸ καὶ τάχιστα παρήκμασεν.