Ancient Greek
Section 182
Philo Judaeus, De Posteritate Caini 182
Not analysed yet
ἁπάντων ἡδονήν. ἀφ’ ἧς ἐξαναστὰς ὁ ἱερεὺς καὶ θεραπευτὴς τοῦ μόνου καλοῦ Φινεές, ὁ τῶν σωματικῶν στομίων καὶ τρημάτων δίοπος, ὡς μηδὲν αὐτῶν διαμαρτάνον ἐξυβρίζειν —ἑρμηνεύεται γὰρ στόματος φιμός —,λαβὼν τὸν σειρομάστην, τουτέστι μαστεύσας καὶ ἀναζητήσας τὴν τῶν ὄντων φύσιν καὶ μηδὲν σεμνότερον ἀρετῆς ἀνευρὼν κατεκέντει καὶ ἀνῄρει τῷ λόγῳ τὴν μισάρετον καὶ φιλήδονον γένεσιν καὶ τοὺς τόπους, ἐξ ὧν ἐβλάστησαν αἱ παράσημοι καὶ παράκοποι χλιδαί τε καὶ θρύψεις.