Ancient Greek · ~1 min
Section 183
Philo Judaeus, De Posteritate Caini 183
Not analysed yet
ὁ γὰρ νόμος φησὶν ὅτι διὰ τῆς μήτρας ἐξεκέντησε τὴν γυναῖκα (Num. 25,7. 8). οὕτως οὖν καταπαύσας μὲν τὴν ἐν αὑτῷ στάσιν καὶ τὴν ἴδιον ἀποστραφεὶς ἡδονήν, ζηλώσας τὸν θεοῦ τοῦ πρώτου καὶ μόνου ζῆλον, ἄθλων τοῖς μεγίστοις δυσὶ τετίμηται καὶ κατέστεπται, εἰρήνῃ καὶ ἱερωσύνῃ· τῇ μέν, ***ὅτι ἀδελφόν ἐστιν εἰρήνῃ καὶ ὄνομα καὶ ἔργον.