Ancient Greek · ~1 min
Section 1
Philo Judaeus, De sacrificiis Abelis et Caini 1
Not analysed yet
„Καὶ προσέθηκε τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ“ (Gen. 4,2). ἡ τινὸς πρόσθεσις ἀφαίρεσίς ἐστιν ἑτέρου, ὡς ἀριθμητικῆς μορίων, καὶ ψυχῆς λογισμῶν. εἰ δὴ τὸν Ἄβελ προστίθεσθαι φατέον, τὸν Κάιν ἀφαιρεῖσθαι νομιστέον. ἵνα δὲ μὴ τὸ Τῶν ὀνομάτων ἀσύνηθες ἐπισκοτῇ πολλοῖς, τὴν ἐμφαινομένην φιλοσοφίαν ἀκριβοῦν ὡς ἂν οἷόν τε ᾖ πειρασόμεθα.