Ancient Greek · ~1 min
Section 2
Philo Judaeus, De sacrificiis Abelis et Caini 2
Not analysed yet
δύο τοίνυν δόξας εἶναι συμβέβηκεν ἐναντίας καὶ μαχομένας ἀλλήλαις, τὴν μὲν τῷ νῷ πάντα ἐπιγράφουσαν ὡς ἡγεμόνι τῶν ἐν τῷ λογίζεσθαι ἢ αἰσθάνεσθαι ἢ κινεῖσθαι ἢ ἴσχεσθαι, τὴν δὲ τῷ θεῷ ἑπομένην ὡς αὐτοῦ δημιουργίαν οὖσαν· τῆς μὲν προτέρας ἐκτύπωσίς ἐστιν ὁ Κάιν καλούμενος κτῆσις παρὰ τὸ πάντα κεκτῆσθαι δοκεῖν, τῆς δὲ ἑτέρας ὁ Ἄβελ,