Ancient Greek
Section 19
Philo Judaeus, De sacrificiis Abelis et Caini 19
Not analysed yet
μουσικῆς ὄργανα μόνου τοῦ μουσικοῦ. περὶ δὲ τοῦ δόγματος τούτου καὶ νόμον ἀναγράφει πάνυ καλῶς καὶ συμφερόντως τιθείς. ἔχει δὲ ὧδε· „ἐὰν γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη καὶ γένηται ὁ υἱὸς τῆς μισουμένης πρωτότοκος, καὶ ἔσται ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν κληροδοτῇ τοῖς υἱοῖς αὐτοῦ τὰ ὑπάρχοντα αὐτοῦ, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον, ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων ὧν ἂν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ καὶ τούτῳ καθήκει τὰ πρωτοτόκια“ (Deut. 21, 15 —17).