Ancient Greek · ~2 min
Section 20
Philo Judaeus, De sacrificiis Abelis et Caini 20
Not analysed yet
ἐπίγνωθι, ὦ ψυχή, καὶ γνώρισον, τίς ἐστιν ἡ μισουμένη καὶ τίς ὁ τῆς μισουμένης υἱός, καὶ εὐθὺς αἰσθήσῃ, ὅτι ἄλλῳ μὲν οὐδενί, μόνῳ δὲ τούτῳ καθήκει τὰ πρεσβεῖα. δύο γὰρ ἡμῶν ἑκάστῳ συνοικοῦσι γυναῖκες ἐχθραὶ καὶ δυσμενεῖς ἀλλήλαις, τῶν ζηλοτυπίας τὸν ψυχικὸν οἶκον ἀναπιμπλᾶσαι φιλονεικιῶν· τούτων τὴν μὲν ἑτέραν ἀγαπῶμεν χειροήθη καὶ τιθασὸν καὶ φιλτάτην καὶ οἰκειοτάτην αὑτοῖς νομίζοντες, καλεῖται δὲ ἡδονή· τὴν δὲ ἑτέραν ἐχθαίρομεν ἀτίθασον ἀνήμερον ἐξηγριωμένην πολεμιωτάτην ἡγούμενοι, ὄνομα δὲ [καὶ] ταύτης ἐστὶν ἀρετή. ἡ μὲν οὖν προσέρχεται πόρνης καὶ χαμαιτύπης τὸν τρόπον τεθρυμμένη,