Ancient Greek · ~1 min
Section 24
Philo Judaeus, De sacrificiis Abelis et Caini 24
Not analysed yet
ἐὰν οὖν ἐθελήσῃς σὺν ἐμοὶ ποιεῖσθαι τὰς διατριβάς, ἐκ πάντων εὐτρεπίσασά σοι τὰ ἁρμόζοντα δωρήσομαι, συνεπισκοποῦσα τί ἂν φαγὼν ἢ πιὼν γανωθείης ἢ τί τοῖς ὀφθαλμοῖς ἰδὼν ἢ τοῖς ὠσὶν ἀκούσας ἢ μυκτῆρσιν ὀσφρόμενος ἡσθείης· ἐλλείψει δὲ οὐδὲν ὧν ἂν ἐπιθυμήσῃς, πλείω γὰρ τῶν ἀναλισκομένων εὑρήσεις τὰ γεννώμενα.