Ancient Greek
Section 25
Philo Judaeus, De sacrificiis Abelis et Caini 25
Not analysed yet
φυτὰ γάρ ἐστιν ἐν τοῖς λεχθεῖσι θησαυροῖς ἀειθαλῆ, βλαστάνοντα καὶ τίκτοντα καρποὺς ἐπαλλήλους, ὡς τὴν τῶν ὡραίων καὶ νέων ἀκμὴν ἐπιτρέχειν καὶ καταλαμβάνειν τοὺς ἤδη πεπανθέντας· πόλεμος οὐδὲ εἷς ἐμφύλιος ἢ ξενικὸς τὰ φυτὰ ταῦτα πώποτε ἔτεμεν, ἀλλ’ ἀφ’ οὗ τὸ πρῶτον αὐτὰ γῆ παρέλαβεν, ὥσπερ ἀγαθὴ τροφὸς τιθηνεῖται, ῥίζας μὲν οἱονεὶ θεμελίους εἰς τὸ κάτω βαλλομένη κραταιοτάτας, τὸ δὲ ὑπὲρ γῆς ἔρνος οὐρανόμηκες ἀνατείνασα, κλάδους δὲ ἐκφύσασα τῶν ἐν ζῴοις χειρῶν καὶ ποδῶν ἀναλογοῦντα μιμήματα, πέταλα δὲ οἷον κόμας σκέπην ἐν ταὐτῷ καὶ κόσμον ἐπανθῆσαι παρασκευάσασα, καρποὺς δὲ ἐπὶ τούτοις, ὧν ἕνεκα κἀκεῖνα“.