Ancient Greek · ~2 min
Section 28
Philo Judaeus, De sacrificiis Abelis et Caini 28
Not analysed yet
αὗται παρ’ ἑκάτερα στᾶσαι μέσην αὐτὴν ἐδορυφόρουν· ἡ δὲ σχῆμα τὸ σύνηθες ἑαυτῇ λαβοῦσα λόγων ἤρξατο τοιῶνδε· „τὴν τερατουργὸν καὶ μάχλον καὶ μυθολόγον εἶδον ἡδονὴν τραγικώτερον ἐνεσκευασμένην καὶ λιπαρῶς θαμινά σοι προσομιλοῦσαν, ὥστε —εἰμὶ γὰρ μισοπόνηρος φύσει —,δείσασα μὴ λάθῃς ἀπατηθεὶς καὶ συναινέσας κακοῖς μεγίστοις ὡς ὑπερβάλλουσιν ἀγαθοῖς, ἠξίωσα τὰ προσόντα τῇ γυναικὶ μετὰ πάσης ἀληθείας προειπεῖν, ἵνα μηδὲν ἀγνοίᾳ τῶν συμφερόντων ἀπωσάμενος ἀβούλητον ἐμπορεύσῃ κακοπραγίαν.