Ancient Greek · ~2 min
Section 29
Philo Judaeus, De sacrificiis Abelis et Caini 29
Not analysed yet
τὴν μὲν οὖν σκευὴν ᾗ κέχρηται πᾶσαν ἀλλοτρίαν ἴσθι· τῶν γὰρ εἰς γνήσιον κάλλος οὐδὲν οἰκεῖον ἐξ ἑαυτῆς ἐπιφέρεται, περιῆπται δὲ δίκτυα καὶ πάγας ἐπὶ τῇ σῇ θήρᾳ, νόθην καὶ κίβδηλον εὐμορφίαν, ἃ προϊδόμενος, ἢν εὖ φρονήσῃς, ἀτελῆ τὴν ἄγραν αὐτῇ παρασκευάσεις· ὀφθαλμοὺς μὲν γὰρ φανεῖσα ἡδύνει, ὦτα δὲ φθεγξαμένη λιγαίνει, ψυχὴν δὲ τὸ πλείστων ἄξιον κτῆμα καὶ διὰ τούτων καὶ τῶν ἄλλων ἁπάντων μερῶν πέφυκε λυμαίνεσθαι. τῶν δὲ περὶ αὑτὴν ἃ μὲν ἔμελλεν ἀκούσαντί σοι προσηνῆ γενήσεσθαι διεξῆλθε, τὰ δὲ ἄλλα ὅσα μὴ ῥᾳστώνην εἶχεν ἀμύθητα ὄντα ἐθελοκακοῦσα ἐπεκρύψατο, οἷς οὐκ ἄν τινα συναινέσειν εὐχερῶς προσεδόκησεν.