Ancient Greek · ~2 min
Section 30
Philo Judaeus, De sacrificiis Abelis et Caini 30
Not analysed yet
ἐγὼ δὲ καὶ ταῦτα ἀπαμφιάσασα ἀναδείξω καὶ οὐ μιμήσομαι τρόπους ἡδονῆς, ὡς ὅσα μὲν ἐπαγωγά ἐστιν ἐν ἐμοὶ μόνα ἐπιδείξασθαι, τὰ δὲ ἔχοντα δυσκολίαν συσκιάσαι καὶ περιστεῖλαι, ἀλλὰ τοὐναντίον τὰ μὲν τέρψιν ἐξ ἑαυτῶν καὶ χαρὰν ἐνδιδόντα ἡσυχάσω, εἰδυῖα ὅτι φωνὴν ῥήξει τὴν δι’ ἔργων, τὰ δ’ ἐπαχθῆ καὶ δυσυπομόνητα κυρίως ἑρμηνεύσω τοῖς ὀνόμασι γυμνοῖς κἀν μέσῳ τιθεῖσα αὐτά, ὡς ἔκδηλον τὴν ἑκάστου φύσιν καὶ τοῖς ἀμυδρῶς ὁρῶσι προφαίνεσθαι· τῶν γὰρ ἡδονῆς μεγίστων ἀγαθῶν τὰ παρ’ ἐμοὶ μέγιστα δοκοῦντα εἶναι κακὰ καλλίω καὶ τιμιώτερα τοῖς χρωμένοις ἐξελεγχθήσεται.