Ancient Greek
Section 32
Philo Judaeus, De sacrificiis Abelis et Caini 32
Not analysed yet
ἴσθι οὖν, ὦ οὗτος, ὅτι γενόμενος φιλήδονος πάντ’ ἔσει ταῦτα· πανοῦργος θρασὺς ἀνάρμοστος ἄμικτος δύσχρηστος ἔκθεσμος ἀργαλέος ἀκρόχολος ἀνεπίσχετος φορτικὸς ἀνουθέτητος εὐχερὴς κακότεχνος ἀδιάγωγος ἄδικος ἄνισος ἀκοινώνητος ἀσύμβατος ἄσπονδος πλεονέκτης κακονομώτατος ἄφιλος ἄοικος ἄπολις στασιώδης ἄτακτος ἀσεβὴς ἀνίερος ἀνίδρυτος ἄστατος ἀνοργίαστος βέβηλος ἐναγὴς βωμολόχος ἀλάστωρ παλαμναῖος ἀνελεύθερος ἀπότομος θηριώδης ἀνδραποδώδης δειλὸς ἀκόλαστος ἄκοσμος αἰσχρουργὸς αἰσχροπαθὴς ἀχρώματος ἄμετρος ἄπληστος ἀλαζὼν δοκησίσοφος αὐθάδης βάναυσος βάσκανος φιλεγκλήμων δύσερις διάβολος χαῦνος ἀπατεὼν ἀγύρτης εἰκαῖος ἀμαθὴς ἀναίσθητος ἀσύμφωνος [ἄπιστος] ἀπειθὴς ἀφηνιαστὴς γόης εἴρων κέρκωψ δυσυπονόητος δυσώνυμος δυσεύρετος δυσέφικτος ἐξώλης κακόνους ἀσύμμετρος ἀκαιρολόγος μακρήγορος ἀδολέσχης ἀερόμυθος κόλαξ νωθὴς ἀπερίσκεπτος ἀπροόρατος ἀπρονόητος ὀλίγωρος ἀπαράσκευος ἀπειρόκαλος πλημμελὴς σφαλλόμενος διαπίπτων ἀδιοίκητος ἀπροστασίαστος λίχνος ἀγόμενος διαρρέων εὐένδοτος δολιώτατος διχόνους δίγλωσσος ἐπίβουλος ἐνεδρευτικὸς ῥᾳδιουργὸς ἀδιόρθωτος ἐνδεὴς ἀεὶ ἀβέβαιος ἀλήτης ἐπτοημένος φορᾷ χρώμενος εὐεπιχείρητος ἐπιμανὴς ἁψίκορος φιλόζωος δοξοκόπος βαρύμηνις βαρύσπλαγχνος βαρύθυμος βαρυπενθὴς δυσόργητος ψοφοδεὴς ὑπερθετικὸς μελλητὴς ὕποπτος ἄπιστος δύσλυτος καχυπόνους δύσελπις ἀρίδακρυς ἐπιχαιρέκακος λελυττηκὼς παρακεκομμένος ἀδιατύπωτος κακομήχανος αἰσχροκερδὴς φίλαυτος ἐθελόδουλος ἐθέλεχθρος δημοκόπος κακοικονόμος σκληραύχην θηλυδρίας ἐξίτηλος ἐκκεχυμένος σκωπτικὸς τρώκτης ἠλίθιος βαρυδαιμονίας ἐμπεφορημένος ἀκράτου.