Ancient Greek · ~2 min
Section 33
Philo Judaeus, De sacrificiis Abelis et Caini 33
Not analysed yet
τοιαῦτα τῆς περικαλλοῦς καὶ περιμαχήτου ἡδονῆς ἐστι τὰ μεγάλα μυστήρια· ἅπερ ἑκοῦσα ἀπεκρύψατο δέει τοῦ μὴ γνόντα σε ἀποστραφῆναι τὴν εἰς τὸ αὐτὸ σύνοδον αὐτῆς. τῶν δὲ παρ’ ἐμοὶ θησαυριζομένων ἀγαθῶν τὸ πλῆθος ἢ μέγεθος τίς ἂν ἀξίως εἰπεῖν δυνηθείη; ἴσασιν οἱ κεκοινωνηκότες ἤδη καὶ οἷς ἵλεως ἡ φύσις πάλιν γνώσονται κληθέντες εἰς μετουσίαν θοίνης, οὐκ ἐξ ἧς αἱ γαστρὸς ἡδοναὶ πιμπλαμένης τὸ σῶμα πιαίνουσιν, ἀλλ’ ἀφ’ ἧς διάνοια ἐντρεφομένη καὶ ἐγχορεύουσα ἀρεταῖς