Ancient Greek · ~1 min
Section 38
Philo Judaeus, De sacrificiis Abelis et Caini 38
Not analysed yet
ἴδε τοὺς τῶν ἐγκυκλίων καὶ τῶν λεγομένων προπαιδευμάτων ἀσκητὰς ἅπαντας· ἴδε τοὺς γεωπόνους καὶ ὅσοι τὸν βίον ἔκ τινων ἐπιτηδεύσεων πορίζουσιν· οὗτοι τῶν φροντίδων οὐ μεθ’ ἡμέραν οὐ νύκτωρ ἀφίστανται, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ τὸ λεγόμενον δὴ τοῦτο χειρὶ καὶ ποδὶ καὶ πάσῃ δυνάμει κακοπαθοῦντες οὐ παύονται, ὡς καὶ θάνατον ἀντικαταλλάττεσθαι