Ancient Greek
Section 39
Philo Judaeus, De sacrificiis Abelis et Caini 39
Not analysed yet
πολλάκις. ἀλλ’ ὥσπερ τοῖς ψυχὴν τὴν ἑαυτῶν ἵλεων σπουδάζουσι λαβεῖν θεραπευτέον ἐξ ἀνάγκης τὰς ψυχῆς ἀρετάς, οὕτως καὶ τοῖς ἵλεων τὸ σῶμα ἔχειν προαιρουμένοις θεραπευτέον ὑγίειαν καὶ τὰς συγγενεῖς αὐτῇ δυνάμεις, καὶ δῆτα θεραπεύουσι μετ’ ἀνηνύτων καὶ ἀπαύστων πόνων οἷς φροντὶς εἰσέρχεται τῶν ἐν αὐτοῖς δυνάμεων, ἐξ ὧν συνεκρίθησαν.