Ancient Greek
Section 4
Philo Judaeus, De sacrificiis Abelis et Caini 4
Not analysed yet
δηλώσει δὲ ἐναργέστερον ταῦτα καὶ τὸ τῇ ὑπομονῇ χρησμῳδηθὲν Ῥεβέκκᾳ (Gen. 25, 21 ss.) . τὰς γὰρ μαχομένας δύο φύσεις ἀγαθοῦ καὶ κακοῦ συλλαβοῦσα καὶ ἑκατέραν ἄκρως φαντασιωθεῖσα κατὰ τὴν τῆς φρονήσεως ἐπικέλευσιν, ἀνασκιρτώσας αὐτὰς ἰδοῦσα καί τινα τοῦ μέλλοντος πολέμου δι’ ἀκροβολισμῶν προάγωνα ποιουμένας, ἱκετεύει τὸν θεόν, τί τέ ἐστι τὸ πάθος αὐτῇ παραστῆσαι καὶ τίς ἂν ἴασις αὐτοῦ γένοιτο· ὁ δὲ πυνθανομένῃ φησί· „δύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι“ —τὸ μὲν πάθος τοῦτο, ἀγαθοῦ καὶ κακοῦ γένεσις —,ἀλλὰ „καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται“ —ἡ ἴασις ἥδε, διασταλῆναι καὶ χωρισθῆναι ταῦτα ἀπ’ ἀλλήλων καὶ μηκέτι τὸν αὐτὸν χῶρον οἰκῆσαι.