Ancient Greek
Section 5
Philo Judaeus, De sacrificiis Abelis et Caini 5
Not analysed yet
προσθεὶς οὖν ὁ θεὸς τῇ ψυχῇ καλὸν δόγμα τὸν Ἄβελ ἀφεῖλεν αὐτῆς δόξαν ἄτοπον τὸν Κάιν. καὶ γὰρ Ἀβραὰμ ἐκλιπὼν τὰ θνητὰ „προστίθεται τῷ θεοῦ λαῷ“ (Gen. 25,8), καρπούμενος ἀφθαρσίαν, ἴσος ἀγγέλοις γεγονώς· ἄγγελοι γὰρ στρατός εἰσι θεοῦ, ἀσώματοι καὶ εὐδαίμονες ψυχαί· ὅ τε ἀσκητὴς τὸν αὐτὸν τρόπον Ἰακὼβ λέγεται προστίθεσθαι τῷ βελτίονι (Gen. 49, 33), ὅτε ἐξέλιπε τὸ χεῖρον.