Ancient Greek · ~2 min
Section 41
Philo Judaeus, De sacrificiis Abelis et Caini 41
Not analysed yet
τὸ μακάριον ἐν τοῖς οὖσι μόνον ὁ θεὸς εὐδαιμονίζηται. δοκεῖ γάρ μοι πόνος τὴν αὐτὴν προσφέρεσθαι δύναμιν τροφῇ· καθάπερ γοῦν αὕτη τὸ ζῆν ἐξήρτηκεν ἑαυτῆς συναρτήσασα καὶ τὰ ἐν τῷ ζῆν ἅπαντα ἔργα τε καὶ πάθη, οὕτως καὶ πόνος ἐκκεκρέμακεν ἑαυτοῦ τὰ ἀγαθά. ὥσπερ οὖν τοῦ ζῆν τοῖς γλιχομένοις τροφῆς οὐκ ἀμελητέον, οὕτως τοῖς τῶν ἀγαθῶν κτήσεως ἐφιεμένοις πόνου προνοητέον· ὃ γὰρ πρὸς τὸ ζῆν τροφή, τοῦτο πρὸς τὸ καλὸν πόνος· ἑνὸς οὖν ὄντος αὐτοῦ μηδέποτε ὀλιγωρήσῃς, ἵνα τὰ πάντα ἀγαθὰ ἀθρόα καρπώσῃ.