Ancient Greek
Section 42
Philo Judaeus, De sacrificiis Abelis et Caini 42
Not analysed yet
οὕτως καὶ γενέσει νεώτερος ὢν πρεσβύτερος νομισθήσῃ καὶ τῶν πρεσβείων ἀξιωθήσῃ· ἐὰν δὲ βελτιούμενος ἀεὶ πρὸς τέλος ἀφίκῃ, οὐ μόνον σοι τὰ πρεσβεῖα ὁ πατὴρ ἀλλὰ καὶ τὰ πατρῷα χαριεῖται πάντα, καθάπερ καὶ τῷ τὰς ἕδρας τοῦ πάθους καὶ βάσεις πτερνίζοντι Ἰακώβ, ὃς ὡμολόγησεν ὃ ἔπαθεν εἰπὼν „ὅτι ἠλέησέ με ὁ θεός, καὶ ἔστι μοι πάντα“ (Gen. 33,11), δογματικῶς ἅμα καὶ παιδευτικῶς· ἐν γὰρ τῷ τοῦ θεοῦ ἐλέῳ τὰ πάντα ὁρμεῖ.