Ancient Greek · ~2 min
Section 43
Philo Judaeus, De sacrificiis Abelis et Caini 43
Not analysed yet
μεμάθηκε δὲ ταῦτα παρὰ τῷ πάππῳ τῆς ἑαυτοῦ παιδείας Ἀβραάμ, ὃς τῷ πανσόφῳ Ἰσαὰκ δίδωσι τὰ ὑπάρχοντα πάντα (Gen. 25, 5), οὐδὲν ὑπολειπόμενος τῶν ὑπαρκτῶν τοῖς νόθοις καὶ πλαγίοις τῶν παλλακῶν λογισμοῖς, ἀλλὰ μικρὰ χαρίζεται καὶ μικροῖς ἐκείνοις· τὰ μὲν γὰρ ὑπαρκτά, αἱ τέλειοι ἀρεταί, μόνου τοῦ τελείου καὶ γνησίου κτήματα, τὰ δὲ μέσα τῶν καθηκόντων ἐφαρμόττει καὶ τοῖς ἀτελέσι μέχρι τῶν ἐγκυκλίων προπαιδευμάτων ἐλθοῦσιν, ὧν Ἄγαρ καὶ Χεττοῦρα κατάρχουσιν, ἡ μὲν Ἄγαρ παροίκησις, ἡ δὲ Χεττοῦρα θυμιῶσα·