Ancient Greek · ~1 min
Section 45
Philo Judaeus, De sacrificiis Abelis et Caini 45
Not analysed yet
ταῦτα ἀκούσας ὁ νοῦς ἀποστρέφεται μὲν ἡδονήν, ἁρμόζεται δὲ ἀρετῇ, τὸ κάλλος ἄπλαστον καὶ γνήσιον καὶ ἱεροπρεπέστατον αὐτῆς κατανοήσας. τότε καὶ γίνεται ποιμὴν προβάτων, τῶν κατὰ ψυχὴν ἀλόγων δυνάμεων ἡνίοχός τε καὶ κυβερνήτης, οὐκ ἐῶν αὐτὰς ἀτάκτως φέρεσθαι καὶ πλημμελῶς δίχα ἐπιστάτου καὶ ἡγεμόνος, ἵνα μὴ καθάπερ τινὰ ἀπροστασίαστον καὶ ἀνεπιτρόπευτον ὀρφανίαν ὑποστάντες ἐρημίᾳ συμμάχων οἱ ἀφηνιασταὶ τρόποι παραπόλωνται.