Ancient Greek · ~2 min
Section 46
Philo Judaeus, De sacrificiis Abelis et Caini 46
Not analysed yet
οἰκειότατον γοῦν ὁ ἀσκητὴς ὑπολαβὼν ἀρετῇ τὸ ἔργον ὑπομένει „ποιμαίνειν τὰ πρόβατα Λάβαν“ (Gen. 30, 36), τοῦ χρώμασι καὶ σχήμασι καὶ συνόλως ἀψύχοις σώμασιν ἐγκειμένου, καὶ οὐχ ἅπαντα ἀλλὰ „τὰ ὑπολειφθέντα“. τί δὲ τοῦτ’ ἐστί; διττὸν εἶναι πέφυκε τὸ ἄλογον, τὸ μὲν παρὰ τὸν αἱροῦντα λόγον, ὡς ἄλογον τὸν ἄφρονά φασί τινες, τὸ δὲ κατ’ ἐκτομὴν λόγου, ὡς τῶν ζῴων τὰ μὴ λογικά.