Ancient Greek · ~2 min
Section 47
Philo Judaeus, De sacrificiis Abelis et Caini 47
Not analysed yet
τὰς μὲν οὖν ἀλόγους αὐτοῦ φοράς, λέγω δὲ τὰς παρὰ τὸν αἱροῦντα λόγον δυνάμεις, οἱ υἱοὶ Λάβαν „τριῶν ἡμερῶν ἀποστάντες ὁδὸν” (ibid.) τημελοῦσι, συμβολικῶς ἅπαντα χωρισθέντες τὸν αἰῶνα τοῦ σπουδαίου· τριμερὴς γὰρ ὁ χρόνος, ἐκ παρεληλυθότος καὶ ἐνεστῶτος καὶ μέλλοντος συνεστώς· τὰς δὲ καθ’ ἑτέραν ἐκδοχὴν ἀλόγους, οὐχ αἳ παρὰ τὸν ὀρθὸν λόγον εἰσὶν ἀλλ’ ὅσαι μὴ λογικαί, ὧν καὶ τὰ ἄλογα ζῷα κοινωνεῖ, ὁ ἀσκητὴς ἐπιμελείας ἀξιώσει, τὰ σφάλματα αὐταῖς οὐκ ἀπὸ κακίας πανούργου μᾶλλον ἢ ἀπὸ ἀμαθίας ἀναγώγου προσγεγενῆσθαι νομίζων.