Ancient Greek · ~2 min
Section 49
Philo Judaeus, De sacrificiis Abelis et Caini 49
Not analysed yet
καίτοι γε οὐκ ἄν τις ἐπ’ ἀρχῇ καὶ δυναστείᾳ τοσοῦτον αὔχημά ποτε αὐχήσαι, ὅσον ἐπὶ τῷ ποιμένες εἶναι οἱ ἄνδρες οὗτοι. τοῖς μέντοι δυναμένοις λογίζεσθαι σεμνότερον βασιλείας ἐστὶ τὸ ἔργον, ἰσχῦσαι, καθάπερ πόλεως ἢ χώρας, σώματός τε καὶ αἰσθήσεων καὶ γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδονῶν καὶ παθῶν τῶν ἄλλων καὶ γλώττης καὶ συνόλως ἅπαντος τοῦ συγκρίματος εὐτόνως καὶ σφόδρα ἐρρωμένως καὶ πάλιν ἐπιεικῶς ἀφηγήσασθαι· πῇ μὲν γὰρ ἐπανιέναι δεῖ καθάπερ ἡνίοχον τοῖς ὑπεζευγμένοις τὰς ἡνίας, πῇ δὲ ἀντισπᾶν καὶ ἀναχαιτίζειν, ὁπότε πλείων ἡ πρὸς τὰ ἐκτὸς ῥύμη καὶ φορὰ σὺν ἀφηνιασμῷ γίνοιτο.