Ancient Greek · ~1 min
Section 50
Philo Judaeus, De sacrificiis Abelis et Caini 50
Not analysed yet
ἄγαμαι καὶ τοῦ θεσμοφύλακος Μωυσέως, ὃς μέγα καὶ λαμπρὸν ἡγούμενος τὸ ποιμαίνειν περιῆψεν ἑαυτῷ τὸ ἔργον· τῶν γὰρ τοῦ περιττοῦ Ἰοθὸρ ἐπιστατεῖ καὶ ἀφηγεῖται δογμάτων, ἄγων αὐτὰ ἀπὸ τῶν ὀχλικῶν τῆς πολιτείας σπουδασμάτων εἰς ἐρημίαν τοῦ μὴ ἀδικεῖν· „ἦγε γὰρ τὰ πρόβατα ὑπὸ τὴν ἔρημον“ (Exod. 3, 1).