Ancient Greek
Section 54
Philo Judaeus, De sacrificiis Abelis et Caini 54
Not analysed yet
τῶν δὲ μὴ κατορθούντων ἐν τούτῳ οἱ μὲν διὰ λήθην ὧν εὖ πεπόνθασι μεγάλου κτήματος εὐχαριστίας ἐσφάλησαν, οἱ δὲ ὑπὸ σφοδρᾶς οἰήσεως ἑαυτοὺς τῶν συμβεβηκότων ἀγαθῶν αἰτίους ἐνόμισαν, ἀλλ’ οὐ τὸ ὄντως αἴτιον, τρίτοι δ’ εἰσὶν οἳ τούτων μὲν κουφότερον ἁμάρτημα τῶν δὲ προτέρων βαρύτερον δρῶσιν· ἀναγράφοντες γὰρ αἴτιον τῶν καλῶν τὸν ἡγεμόνα νοῦν φασιν εἰκότως τυχεῖν αὐτῶν, εἶναι γὰρ φρόνιμοι καὶ ἀνδρεῖοι καὶ σώφρονες καὶ δίκαιοι, ὥστε ἄξιοι διὰ ταῦτα καὶ παρὰ θεῷ χαρίτων