Ancient Greek · ~2 min
Section 53
Philo Judaeus, De sacrificiis Abelis et Caini 53
Not analysed yet
φθάνοντας καὶ προεκτρέχοντας δεῖ πράττειν τὰ καλὰ τῶν ἔργων βραδυτῆτα καὶ μέλλησιν ἐκποδὼν ποιουμένους· ἔργον δὲ ἄριστον ἡ πρὸς τὸ πρῶτον καλὸν ἀνυπέρθετος ἀρέσκεια. διὸ καὶ προστέτακται· „ἐὰν εὔξῃ εὐχήν, μὴ χρονίσῃς ἀποδοῦναι αὐτήν“ (Deut. 23, 21). εὐχὴ μὲν οὖν ἐστιν αἴτησις ἀγαθῶν παρὰ θεοῦ, ἡ δὲ πρόσταξις τυχόντα τῶν ἐλπισθέντων στεφανῶσαι θεόν, μὴ ἑαυτόν, καὶ εἰ οἷόν τε ἀχρόνως καὶ ἀμελλητὶ στεφανῶσαι.