Ancient Greek · ~1 min
Section 67
Philo Judaeus, De sacrificiis Abelis et Caini 67
Not analysed yet
εἰ δὲ ὁ λόγος ἔφθακε, πολὺ μᾶλλον ὁ λέγων αὐτός, καθάπερ ἐν ἑτέροις μαρτυρεῖ φάσκων· „ὧδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σέ“ (Exod. 17, 6)· δηλοῖ γὰρ ὅτι πρὸ παντὸς ὑφέστηκε τοῦ γενομένου καὶ ὁ ἐνταῦθα ὢν κἀκεῖ καὶ ἀλλαχόθι καὶ πανταχοῦ πεπληρωκὼς πάντα διὰ πάντων καὶ οὐδὲν ἔρημον ἑαυτοῦ καταλελοιπὼς ὑπάρχει·