Ancient Greek · ~1 min
Section 68
Philo Judaeus, De sacrificiis Abelis et Caini 68
Not analysed yet
οὐ γάρ φησιν „ὧδε ἐγὼ στήσομαι καὶ ἐκεῖ“, ἀλλὰ καὶ νῦν ὅτε πάρειμι ἕστηκα κατὰ τὸν αὐτὸν χρόνον κἀκεῖθι, ἄλλ’ οὐ μεταβατικῶς κινούμενος, ὡς τὸν μὲν ἐπιλαμβάνειν τὸν δὲ ἀπολείπειν τόπον, ἀλλὰ τονικῇ χρώμενος τῇ κινήσει. δεόντως οὖν μιμούμενοι τὴν τοῦ πατρὸς φύσιν οἱ ὑπήκοοι παῖδες ἀμελλητὶ μετὰ σπουδῆς πάσης τὰ καλὰ δρῶσιν, ὧν ἔργον ἐστὶ κάλλιστον ἡ ἀνυπέρθετος