Ancient Greek
Section 7
Philo Judaeus, De sacrificiis Abelis et Caini 7
Not analysed yet
ὅσοι μὲν οὖν μαθήσει καὶ διδασκαλίᾳ προκόψαντες ἐτελειώθησαν, προσκληροῦνται πλείοσιν· οὐ γὰρ ὀλίγος ἐστὶν ἀριθμὸς τῶν ἐξ ἀκοῆς καὶ ὑφηγήσεως μανθανόντων, οὓς λαὸν ὠνόμασεν· οἱ δὲ ἀνθρώπων μὲν ὑφηγήσεις ἀπολελοιπότες, μαθηταὶ δὲ εὐφυεῖς θεοῦ γεγονότες, τὴν ἄπονον ἐπιστήμην ἀνειληφότες, εἰς τὸ ἄφθαρτον καὶ τελεώτατον γένος μετανίστανται κλῆρον ἀμείνω τῶν προτέρων ἐνδεδεγμένοι, ὧν ὁ Ἰσαὰκ θιασώτης ἀνωμολόγηται.