Ancient Greek · ~1 min
Section 6
Philo Judaeus, De sacrificiis Abelis et Caini 6
Not analysed yet
ὁ δὲ αὐτομαθοῦς ἐπιστήμης ἀξιωθεὶς Ἰσαὰκ ἐκλείπει μὲν καὶ αὐτὸς ὅσον σωματοειδὲς αὐτοῦ τῇ ψυχῇ συνύφαντο, προστίθεται δὲ καὶ προσκληροῦται οὐκέθ’ ὡς οἱ πρότεροι λαῷ, „γένει“ δέ, καθάπερ φησὶ Μωυσῆς (Gen. 35, 29)· γένος μὲν γὰρ ἓν τὸ ἀνωτάτω, λαὸς δὲ ὄνομα πλειόνων·