Ancient Greek · ~2 min
Section 71
Philo Judaeus, De sacrificiis Abelis et Caini 71
Not analysed yet
ἀλλ’ ὅταν γε τῶν ἀνθρωπείων μηδὲν ἀρκῇ, πάντα δὲ εὑρίσκηται καὶ τὰ παιώνια βλαβερά, τηνικαῦτα ἐξ ἀμηχανίας πολλῆς, τὴν ἀπὸ τῶν ἄλλων ὠφέλειαν ἀπογνόντες, ἄκοντες οἱ δείλαιοι καταφεύγουσιν ὀψὲ καὶ μόλις ἐπὶ τὸν μόνον σωτῆρα θεόν· ὁ δ’ ἅτε εἰδὼς τὰ ἐν ἀνάγκαις ἄκυρα οὐκ ἐπὶ πάντων χρῆται τῷ νόμῳ, ἀλλ’ ἐφ’ ὧν καλὸν καὶ συμφέρον χρῆσθαι. πᾶς οὖν λογισμὸς κτήματα ἑαυτοῦ τὰ πάντα ἡγούμενος καὶ ἑαυτὸν προτιμῶν θεοῦ —τὸ γὰρ „μεθ’ ἡμέρας θύειν“ τοιοῦτον ὑποβάλλει νοῦν —ἔνοχος ὢν ἀσεβείας ἴστω γραφῇ.