Ancient Greek · ~2 min
Section 70
Philo Judaeus, De sacrificiis Abelis et Caini 70
Not analysed yet
κἂν μὴ διὰ τῶν ὀνομάτων καὶ ῥημάτων ὁμολογῶσιν· ἐπειδὰν γὰρ συμβῇ τι τῶν ἀβουλήτων, ἅτε μὴ πεπιστευκότες παγίως τῷ σωτῆρι θεῷ πρότερον καταφεύγουσιν ἐπὶ τὰς ἐν γενέσει βοηθείας, ἰατρούς, βοτάνας, φαρμάκων συνθέσεις, δίαιταν ἠκριβωμένην, τἆλλα πάνθ’ ὅσα παρὰ τῷ θνητῷ γένει βοηθήματα· κἂν ἄρα εἴπῃ τις „καταφεύγετε, ὦ μάταιοι, ἐπὶ τὸν μόνον ἰατρὸν ψυχῆς ἀρρωστημάτων μεθέμενοι τὴν ἀπὸ γενέσεως τῆς παθητῆς ψευδώνυμον ὠφέλειαν“, γελῶσι καὶ χλευάζουσιν ἐπιφωνοῦντες „ταῦτα εἰς αὔριον“, ὡς οὐδ’ ἂν εἴ τι γένοιτο περὶ τῆς τῶν παρόντων κακῶν ἀποτροπῆς ἱκετεύσοντες τὸ θεῖον·