Ancient Greek · ~2 min
Section 82
Philo Judaeus, De sacrificiis Abelis et Caini 82
Not analysed yet
ἔστω δὲ ὁ λόγος μὴ συγκεχυμένος, ἀλλ’ εἰς οἰκείους τετμήσθω τομάς· τὸ „χίδρα ποιῆσαι“ τοιοῦτόν ἐστιν· ἐν ἅπαντι μὲν γὰρ ἀταξίας ἄμεινον ἡ τάξις, μάλιστα δ’ ἐν ὀξύτατα ῥεούσῃ φύσει, τῷ λόγῳ. διαιρετέον οὖν αὐτὸν εἰς κεφάλαια προηγούμενα, τὰ λεγόμενα ἐμπίπτοντα, καὶ ἐφαρμοστέον ἑκάστῳ τὰς οἰκείους κατασκευάς, μιμουμένους τοὺς ἀγαθοὺς τῶν τοξοτῶν, οἳ σκοπόν τινα προθέμενοι τὰ βέλη πάντα ἐπ’ αὐτὸν ἀφιέναι πειρῶνται· σκοπῷ μὲν γὰρ τὸ κεφάλαιον, βέλεσι δὲ ἔοικεν ἡ κατασκευή.